Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.7 Dem. 36.9 (English) >>Dem. 36.13

36.8ἐπειδὴ τοίνυν Πασίων ἐτετελευτήκει ταῦτα διαθέμενος, Φορμίων οὑτοσὶ τὴν μὲν γυναῖκα λαμβάνει κατὰ τὴν διαθήκην, τὸν δὲ παῖδʼ ἐπετρόπευεν. ἁρπάζοντος δὲ τούτου καὶ πόλλʼ ἀπὸ κοινῶν ὄντων τῶν χρημάτων ἀναλίσκειν οἰομένου δεῖν, λογιζόμενοι πρὸς ἑαυτοὺς οἱ ἐπίτροποι, ὅτι, εἰ δεήσει κατὰ τὰς διαθήκας, ὅσʼ ἂν οὗτος ἐκ κοινῶν τῶν χρημάτων ἀναλώσῃ, τούτοις ἐξελόντας ἀντιμοιρεὶ τὰ λοιπὰ νέμειν, οὐδʼ ὁτιοῦν ἔσται περιόν, νείμασθαι τὰ ὄνθʼ ὑπὲρ τοῦ παιδὸς ἔγνωσαν. 36.9καὶ νέμονται τὴν ἄλλην οὐσίαν πλὴν ὧν ἐμεμίσθωθʼ οὑτοσί· τούτων δὲ τῆς προσόδου τὴν ἡμίσειαν τούτῳ ἀπεδίδοσαν. ἄχρι μὲν οὖν τούτου τοῦ χρόνου πῶς ἔνεστʼ ἐγκαλεῖν αὐτῷ μισθώσεως; οὐ γὰρ νῦν, ἀλλὰ τότʼ εὐθὺς ἔδει χαλεπαίνοντα φαίνεσθαι. καὶ μὴν οὐδὲ τὰς ἐπιγιγνομένας μισθώσεις ὡς οὐκ ἀπείληφεν ἔστʼ εἰπεῖν αὐτῷ. 36.10οὐ γὰρ ἄν ποτʼ, ἐπειδὴ δοκιμασθέντος Πασικλέους ἀπηλλάττετο τῆς μισθώσεως ὅδε, ἀφήκατʼ ἂν αὐτὸν ἁπάντων τῶν ἐγκλημάτων, ἀλλὰ τότʼ ἂν παραχρῆμʼ ἀπῃτεῖτʼ, εἴ τι προσώφειλεν ὑμῖν. ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, καὶ ἐνείμαθʼ οὗτος πρὸς τὸν ἀδελφὸν παῖδʼ ὄντα, καὶ ἀφῆκαν τῆς μισθώσεως καὶ τῶν ἄλλων ἁπάντων ἐγκλημάτων, λαβὲ ταυτηνὶ τὴν μαρτυρίαν.Μαρτυρία

36.11εὐθὺς τοίνυν, ἄνδρες Ἀθηναῖοι, ὡς ἀφεῖσαν τουτονὶ τῆς μισθώσεως, νέμονται τὴν τράπεζαν καὶ τὸ ἀσπιδοπηγεῖον, καὶ λαβὼν αἵρεσιν Ἀπολλόδωρος αἱρεῖται τὸ ἀσπιδοπηγεῖον ἀντὶ τῆς τραπέζης. καίτοι εἰ ἦν ἰδία τις ἀφορμὴ τούτῳ πρὸς τῇ τραπέζῃ, τί δή ποτʼ ἂν εἵλετο τοῦτο μᾶλλον ʼκείνην; οὔτε γὰρ πρόσοδος ἦν πλείων, ἀλλʼ ἐλάττων (τὸ μὲν γὰρ τάλαντον, δʼ ἑκατὸν μνᾶς ἔφερεν), οὔτε τὸ κτῆμʼ ἥδιον, εἰ προσῆν χρήματα τῇ τραπέζῃ ἴδια. ἀλλʼ οὐ προσῆν. διόπερ σωφρονῶν εἵλετο τὸ ἀσπιδοπηγεῖον οὗτος· τὸ μὲν γὰρ κτῆμʼ ἀκίνδυνόν ἐστιν, δʼ ἐργασία προσόδους ἔχουσʼ ἐπικινδύνους ἀπὸ χρημάτων ἀλλοτρίων.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.7 Dem. 36.9 (English) >>Dem. 36.13

Powered by PhiloLogic